Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.46.3 | Hdt. 7.48.1 (English) | >>Hdt. 7.49.4 |
7.47.1
Ξέρξης δὲ ἀμείβετο λέγων · “Ἀρτάβανε , βιοτῆς μέν νυν ἀνθρωπηίης πέρι , ἐούσης τοιαύτης οἵην περ σὺ διαιρέαι εἶναι , παυσώμεθα , μηδὲ κακῶν μεμνώμεθα χρηστὰ ἔχοντες πρήγματα ἐν χερσί , φράσον δέ μοι τόδε · εἴ τοι ἡ ὄψις τοῦ ἐνυπνίου μὴ ἐναργὴς οὕτω ἐφάνη , εἶχες ἂν τὴν ἀρχαίην γνώμην , οὐκ ἐῶν με στρατεύεσθαι ἐπὶ τὴν Ἑλλάδα , ἢ μετέστης ἄν ; φέρε τοῦτό μοι ἀτρεκέως εἰπέ .”
7.47.2 ὁ δὲ ἀμείβετο λέγων · “ὦ βασιλεῦ , ὄψις μὲν ἡ ἐπιφανεῖσα τοῦ ὀνείρου ὡς βουλόμεθα ἀμφότεροι τελευτήσειε , ἐγὼ δʼ ἔτι καὶ ἐς τόδε δείματος εἰμὶ ὑπόπλεος οὐδʼ ἐντὸς ἐμεωυτοῦ , ἄλλα τε πολλὰ ἐπιλεγόμενος καὶ δὴ καὶ ὁρῶν τοι δύο τὰ μέγιστα πάντων ἐόντα πολεμιώτατα .”
ch. 48
7.48.1
ch. 49
7.49.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.46.3 | Hdt. 7.48.1 (English) | >>Hdt. 7.49.4 |